Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

John Doukas

Συγγραφή : Markouris Yannis (28/11/2003)
Μετάφραση : Makripoulias Christos

Για παραπομπή: Markouris Yannis, "John Doukas ",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=9286>

Ιωάννης Δούκας (13/4/2009 v.1) John Doukas  (15/2/2009 v.1) 

Παραθέματα

 
An flattering portrait of John Doukas by Michael Psellos:

Τί ἄν τις εἴποι περὶ τοῦ ἀνδρὸς τούτου, ὥστε ἐξισῶσαι τοὺς λόγους ταῖς τῶν ἠθῶν ἀγλαΐαις καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς; παντοδαπὸν γὰρ οὗτος χρῆμα καὶ οἷον κάλλιστον τῷ βίῳ ἀνάθημα, καὶ τεθέαμαι, οὕτω πρᾳοτάτην ἐνδείκνυται τὴν ψυχὴν, ὡς εἰκάζεσθαι ῥεύματι ἐλαίου ἀψοφητὶ ῥέοντος. Τὰ μὲν οὖν ἐς στρατηγίαν κατὰ τοὺς ἀρχαίους ἐκείνους καὶ πολυϋμνήτους Καίσαρας, καὶ ὁπόσα τετολμήκασί τα καὶ κατορθώκασιν Ἁδριανοὶ καὶ Τραϊανοὶ καὶ ὁ τῆς αὐτῆς ξυμμορίας, ἐκείνοις <συν>ελήλυθε πρὸς τὴν τοιαύτην ἐπιστήμην, οὐκ ἀπὸ ταὐτομάτου, οὐδὲ τυχαίως, ἀλλ' ἀπὸ τῶν τακτικῶν βιβλίων καὶ στρατηγικῶν καὶ πολιορκητικῶν καὶ περὶ ὅσων οἱ περὶ Αἰλιανὸν καὶ Ἀπολλόδωρον συγγεγράφασιν· ἀλλὰ τὰ μὲν περὶ τὴν στρατηγίαν τοιοῦτος, ἐλάττων δὲ τὰ πολιτικὰ καὶ ὅσα ἐς δίκας φέρει καὶ τὰ δημόσια; πολλοῦ γε καὶ δεῖ· ξυρὸς γὰρ εἰς ἀκόνην πρὸς πάντα τὰ κάλλιστα, τοῦτο δὴ τὸ παροιμιῶδες· ἀλλ ἐς ὀργὴν πρόχειρος; οὐ μὲν οὖν, εἰ μὴ ὅσον ἐνδείξασθαι· ἀλλὰ μνησικακῆσαι δεινός; ἀλλὰ τοῦτο δὴ τὸ μέρος καὶ μᾶλλον θαυμάσιος καὶ οἷος οὐκ ἄλλος· ἀλλὰ τὴν γλῶτταν πρόχειρος, ἢ πρὸς τὸν ἀδελφὸν πρότερον καὶ τὸν ἀνεψιὸν ὕστερον τόλμαν ἔχων ἢ παρρησίαν; οὐ μὲν οὖν· ὥς γε δὴ καὶ παράδειγμα τοῖς πολλοῖς ἡμῖν εὐλαβείας καθίσταται, ἁπανταχοῦ δὲ μετριάζων καὶ σπουδὴν παιδιᾷ κιρνῶν, ἐν τούτῷ μόνον οὐ καθεκτός, οὐδὲ σύμμετρος.
Τα παντοδαπὰ κυνηγᾶται· περιεργάζεται οὖν πτερὸν ὄρνιθος καὶ θηρίων ὁρμὰς, ἐπιθωΰζει τα κυσὶ καὶ καταδιώκει βαλιὰν ἔλαφον, μαίνεταί τε περὶ ἄρκτους, ὃ δὴ πολλάκις αὐτῷ προσωνείδισα, ἀλλ' ἔστιν αυτῷ ἡ θήρα ἀμετάθετα παιδικά· δυοῖν γὰρ τούτοις μερίζει τὸν βίον, βιβλίοις καὶ κυνηγεσίοις, μᾶλλον δὲ σχολάζοντι μὲν φίλα ταῦτα καὶ μελετώμενα, σπουδάζοντι δὲ οἰκεῖα ὅσα καὶ ὅσα πρὸς τοὺς καιρούς·

Μιχαήλ Ψελλός, Χρονογραφία, trans. Σιδέρη, Α. (Athens 1997), pp 396.
 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>